6 Φεβρουαρίου 2018
Ὁ τῆς Τουρκίας πρόεδρος καὶ ὁ Πάπας συνελθόντες χθὲς ἐν τῇ Ῥώμῃ περὶ ἄλλων τε καὶ τοῦδε διελέξαντο, πότερον δέοι τὰ Ἱεροσόλυμα πρωτεύουσα πόλις τοῦ Ἰσραῆλ γενέσθαι ἢ οὔ. τοῦ τῶν ΗΑΠ προέδρου ἀγγείλαντος ὅτι ταύτῃ τῇ μεταβολῇ ἐπικουρεῖ, πολλοὶ ἄρχοντες ἄλλων χωρῶν οἳ τούτῳ τῷ βουλεύματι ἀνθίστανται πειρῶσι νῦν ἄλλους τινὰς πεῖσαι τούτῳ ἀντιστῆναι, τὸ δὲ τῆς συνόδου συμβὰν ῥᾷστον ἰδεῖν ἐστιν, τῆς γὰρ χθιζινῆς συνόδου τελευτησάσης εἶπεν ὁ Πάπας τοῖς δημοσιογράφοις ὅτι δέοι τὴν ἱερὰν πόλιν οὕτω μένειν ὡς νῦν κεῖται, κέντρον οὖσαν τῶν τε Μουσουλμάνων καὶ τῶν Χριστιανῶν καὶ τῶν Ἰουδαίων, οὐδένα δὲ λανθάνει τοῦτο τὸ αὐτό ὂν ἢ σαφῶς τε καὶ ὀρθῶς λέγειν ὅτι οὐ βούλεται ταύτην τὴν πόλιν τοῦ Ἰσραῆλ πρωτεύουσαν γενέσθαι.
οἱ δύο ἄρχοντες διελέξαντο καὶ περὶ τῶν διπλωματικῶν ἁμιλλῶν ἔτι καὶ νῦν διαμενουσῶν, ὁ γὰρ Πάπας μάλιστα ὤργισε τὸν Ἐρδογᾶν τῷ 2016ῳ ἔτει, τότε γὰρ οὕτως κακῶς περὶ τοῦ τῶν Ἀρμενίων φόνου τῷ 1915ῳ ἔτει γενομένου δημοσίᾳ εἶπεν ὥστε ἡ τῆς Τουρκίας ἀρχὴ τὸν τοῦ Βατικανοῦ πρεσβευτὴν ἀνεκάλεσεν, ὃ οὐδέποτε τὸ πρότερον ἐγεγένητο.
ἐν τῇ Ῥώμῃ ὁ Ἐρδογᾶν διελέξατο καὶ τῷ τῆς Ἰταλίας πρωθυπουργῷ Παύλῳ Γεντιλόνι, πρὸς ὃν ἤδη σαφεστάτην ἐπιστολὴν πρὶν τῆς πορείας ἄρχεσθαι ἔπεμψεν· “βουλόμεθα παντελῶς εἰς τὴν Εὐρωπαικὴν Ἕνωσιν εἰσιέναι, ἄλλαι γὰρ προσφοραὶ οὐδαμῶς ἱκαναὶ ἔσονται.“ πολλοὶ Ἰταλοὶ δημοσιογράφοι τὸν Γεντιλόνι ἔψεξαν ἅτε τὸν Ἐρδογᾶν δεξάμενον.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου