ΥΠΗΡΕΣΙΕΣ ΚΑΘΑΡΙΣΜΟΥ

ΥΠΗΡΕΣΙΕΣ ΚΑΘΑΡΙΣΜΟΥ
ΓΙΑ ΤΟ ΣΠΙΤΙ ΤΟ ΑΥΤΟΚΙΝΗΤΟ

Τρίτη 16 Ιανουαρίου 2018

Περὶ τῆς Σρὶ Λάγκα

16 Ἰανουαρίου 2018
Πρὸς τὸ παρόν, οὐκέτι ἔξεσται ταῖς γυναιξὶν οἰνοπνευματώδη ποτὰ ὠνεῖσθαι, τῇ γὰρ ἕκτῃ ἡμέρᾳ ἐξ οὗ ὁ τῆς Οἰκονομίας ὑπουργὸς τοῦτο μεταβάλλειν ἐπειράσατο ὁ τῆς χώρας πρόεδρος ἠνάγκασεν αὐτὸν ἐπανορθοῦν καὶ τῆς μεταβολῆς παντελῶς ἐπιλαθέσθαι.
κατὰ νόμον τινὰ τῷ 1979ῳ ἔτει τεθειμένον οὐκ ἔξεστιν οὔτε ταῖς γυναιξὶ οὔτε τοῖς φύλαξιν οὔτε τοῖς στρατιώταις οἰνοπνευματώδη ποτὰ ὠνεῖσθαι, κατὰ δὲ τὸν τῆς Οἰκονομίας ὑπουργὸν οὗτος ὁ νόμος οὐδὲν ἄλλο ποιεῖ ἢ τὴν “μέλαιναν ἀγορὰν“ αὐξάνειν καί, ἐκ τούτων, τὴν χώραν κωλύειν πολλοὺς φόρους εἰσδέχεσθαι.
διὰ ὅ τι ὁ πρόεδρος ἐξαίφνης τὸν τῆς Ο. ὑπουργὸν ἠγάγκασεν ἐπανουρθοῦν ἀκριβῶς οὐκ ἴσμεν· ὅμως δὲ λέγετα ὅτι, τοῦ τῆς Ο. ὑπουργοῦ ταύτην τὴν ἀπροσδόκητον μεταβολὴν ἀγγείλαντος, οἱ βουδισταὶ σφόδρα τούτῳ τῷ νεωτερισμῷ ἠναντιώσαντο, οὐδένα δὲ λανθάνει τοῦτο αἴτιον γενόμενον.
ὅμως δὲ δεῖ τόδε εἰδέναι· τούτῳ τῷ νόμῳ οὐ πανταχῇ, καὶ εἰ ἰσχύει, πείθονται οἱ πολῖται· παραδείγματος ἕνεκα, καὶ ἐν τιμίοις ἑστιατορίοις καὶ ἐν δισκοθήκαις οὗ ὁ τῶν ξένων περιηγητῶν ἀριθμὸς ἀεὶ μέγας τυγχάνει ὢν οἱ ἐκεῖ ἐργαζόμενοι ταῖς γυναιξὶν οἰνοπνευματώδη ποτὰ παρέχουσιν οὐδενὸς κωλύοντος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου