ΥΠΗΡΕΣΙΕΣ ΚΑΘΑΡΙΣΜΟΥ

ΥΠΗΡΕΣΙΕΣ ΚΑΘΑΡΙΣΜΟΥ
ΓΙΑ ΤΟ ΣΠΙΤΙ ΤΟ ΑΥΤΟΚΙΝΗΤΟ

Τρίτη 23 Ιανουαρίου 2018

Μάχη ἐν τῷ ἀερολιμένι

23 Ἰανουαρίου 2018
Ἤδη ἴσμεν ὅ τι νῦν ἐν τῇ Τουρκίᾳ γίγνεται, πάντες γὰρ περὶ τοῦ τῶν Κούρδων προβλήματος καθ' ἡμέραν ἀκούομεν, νῦν δὲ τοῦ Τούρκου προέδρου Ἐρδογᾶν νεωστὶ τὸ στράτευμα τοῖς ἐν τῇ Συρίᾳ οἰκοῦσι Κούρδοις ἐπιθεῖσθαι κελεύσαντος τοῦτο τὸ πρόβλημα ἔτι μᾶλλον αὐξήσεται. οἱ μὲν πλεῖστοι τῶν ἐν τῇ Συρίᾳ Κούρδων ἐν τῷ δήμῳ Ἀφρὶν καλουμένῳ οἰκοῦσιν, ὁ δὲ Ἐρδογᾶν πειρᾷ νῦν τοῦτον τὸν δῆμον βίᾳ κατέχειν, καίπερ ἐν ἄλλῃ χώρᾳ κείμενον.
τούτων οὕτως ἐχόντων, ἡ πρὸς ἀλλήλους ἔχθρα αὐξάνεται, ὃ πάντες συνιέναι ἔχομεν· ὅμως δὲ νῦν οὐ μόνον ἐν τῇ Τουρκίᾳ ἢ ἐν τῇ Συρίᾳ ἀλλὰ καὶ ἐν τῇ Γερμανίᾳ μάχονται· ποῦ τῆς Γερμανίας; ἐν τῇ πόλει Ἁννόβηρ· ποῦ τῆς πόλεως; ἐν τῷ ἀερολιμένι.
τῇ χθιζινῇ ἡμέρᾳ ἔνιοι Κοῦρδοι ἐν τῷ ἀερολιμένι πρὸ τοῦ τῆς ἑταιρείας Turkish Airlines ἐργαστηρίου διεδηλοῦντο οὗ πολλοὶ Τοῦρκοι πολῖται ἔμενον πρὶν εἰς τὸ ἀεροσκάφος εἰσβῆναι· οἱ μὲν διαδηλωταὶ ἐπὶ τὸν πρόεδρον Ἐρδογᾶν ἐβόων, ὃ τοῖς Τούρκοις πολίταις οἳ τότε ἔτυχον ἐκεῖ ἑστῶτες οὐκ ἤρεσεν, οὐδὲ δεῖ ἡμᾶς σοφωτάτους εἶναι ἵνα πυθώμεθα ὅ τι ἐγένετο· λακτίσματα καὶ πληγαὶ κτλ., εἰ δὲ οἱ φύλακες μὴ ἐμεσίτευσαν ἔτι καὶ νῦν ἐκεῖ διέμεινον ἂν μαχόμενοι. καὶ δὴ καὶ ουδαμῶς μικρὰ ἅμιλλα ἐγένετο, διακόσιοι γὰρ ἄνθρωποι μετέσχον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου