19 Δεκεμβρίου 2017
Τέλος ἔξεστι τῷ ποιητῇ Ὀβιδίῳ εἰς τὴν Ῥώμην ἐννόμως ἐπανελθεῖν, ἡ γὰρ τῆς πόλεως βουλὴ τὸ βούλευμα ὃ τὸν ποιητὴν εἰς φυγὴν ἀπέπεμψεν ἀνεῖλεν. ὅμως δὲ ὁ Ὀβίδιος εἰκότως μενεῖ οὗ μεμένηκε δισχίλια ἔτη, τέθνηκε γὰρ πάλαι.
ἆρα τί ἐγένετο ἐν τῷ τοῦ ποιητοῦ βίῳ; τί ἔπαθεν; καίπερ πολλῶν ἐμπείρων περὶ τούτου ἐν ἀμφιβόλῳ ὄντων, ὁ Καῖσαρ Αὔγουστος τὸν ποιητὴν κολάζειν βουλόμενος πρὸς μικρὰν πόλιν ἀπέπεμψεν, Τόμιν ὀνόματι (νῦν πόλις τῆς Ῥωμανίας ἐστίν, Κονστάντα ὀνόματι), ἐν ᾗ δέκα ἔτη ἔμενεν μέχρι ὁ θάνατος αὐτὸν κατέλαβεν. νῦν ἡ τῆς Ῥώμης ἀρχή, βουλομένη τὸν ποιητὴν τιμᾶν, αὐτῷ συνέγνω.
καίπερ οὐδενὸς ἔτι καὶ νῦν τὴν τῆς ἐκβολῆς αἰτίαν ἀκριβῶς εἰδότος, ὁ ποιητὴς αὐτὸς ἔγραψεν ὅτι ἡ αἰτία “ποίημα καὶ ἁμάρτημα“ εἴη. ἆρα τί ἔγραψεν ὃ ἴσως τῷ Αὐγούστῳ μὴ ἀρέσκοι; σαφῶς μὲν οὐκ ἴσμεν, ἀλλὰ ὅ τι γράφοι τῷ Καίσαρι οὐκ ἤρεσεν, ὁ δὲ ποιητὴς αὐτὸς λέγει ὅτι τοιοῦτο γράφειν ὅ τι ἂν τῷ Καίσαρι μὴ ἀρέσκῃ χεῖρόν ἐστιν ἢ ἄνθρωπον φονεύειν.
λέγεται ὅτι τῆς φυγῆς ἕνεκα, οὐκ ἐξὸν ταῖς ἐν τῇ Ῥώμῃ βιβλιοθήκαις χρῆσθαι, οὐκ ἐδυνήθη τὸ Ἡμερολόγιον ("Fasti" ῥωμαιστὶ) τελευτᾶν, ἵνα γὰρ τοῦτο τὸ ποίημα γράφοι ἔδει πολλὰ ἐξετάζειν· ὅμως δὲ ἄλλα πολλὰ ενδοξότατα ποιήματα ἐκείνῳ τῷ χρόνῳ ἔγραψεν.
ἀλλά, ὡς ἤδη εἴπομεν, ἄλλοι διαβεβαιοῦνται ὅτι ὁ Ὀβίδιος οὐδέποτε μὲν ἐκ τῆς Ῥώμης ἐξεβλήθη, ἀεὶ δὲ ἐν τῇ πόλει ἔμενεν.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου