ΥΠΗΡΕΣΙΕΣ ΚΑΘΑΡΙΣΜΟΥ

ΥΠΗΡΕΣΙΕΣ ΚΑΘΑΡΙΣΜΟΥ
ΓΙΑ ΤΟ ΣΠΙΤΙ ΤΟ ΑΥΤΟΚΙΝΗΤΟ

Τρίτη 30 Ιανουαρίου 2018

Διπλωματικὴ ἅμιλλα Πολωνία-Ἰσραῆλ

30 Ἰανουαρίου 2018
Νεωστὶ ἡ τῆς Πολωνίας Βουλὴ νέον νόμον ἀπεδέξατο περὶ τοῦ Ὁλοκαυτώματος, τοῦτο δὲ διπλωματικὴν ἅμιλλαν πρὸς τὸ Ἰσραῆλ ἤνεγκεν. ὁ νέος νόμος κολάσει τοῦτον ὅστις ἂν λέγῃ ὅτι οἱ Πολωνοὶ πολῖται τοὺς νάζις ὠφέλησαν ἐν τῷ τοῖς Ἰουδαίοις ὄλεθρον ἐπιφέρειν.
πάντες ἴσμεν ὅτι ἐν τῷ Δευτέρῳ Παγκοσμίῳ Πολέμῳ ἡ Πολωνία ἐλευθέρα χώρα οὐδαμῶς ἦν, οἱ μὲν γὰρ νάζις εἰς τὴν χώραν εἰσβαλόντες τῇ πρώτῃ ἡμέρᾳ τοῦ μηνὸς Σεπτεμβρίου τοῦ 1939ου ἔτους τὸ ἥμισυ τῆς χώρας κατέλαβον (μετὰ δὲ πεντεκαίδεκα ἡμέρας ὁ Στάλιν ἐκ τῆς Ῥωσσίας εἰσβαλὼν τὸ ἄλλο ἥμισυ κατέλαβεν), μέχρι δὲ τοῦ τέλους κατεσχημένη χώρα ἔμενεν, καὶ δὴ καὶ τῷ 1944ῳ ἔτει ἡ πρωτεούουσα πόλις Βαρσοβία αὐτὴ διεφθάρη δημοτικῆς ἀναστάσεως γενομένης.
ὅμως δὲ ἔνιοι ἱστορικοὶ λέγουσιν ὅτι πολλοὶ Πολωνοί, καίπερ αὐτοὶ ὑπὸ τῶν νάζις κακῶς πάσχοντες, αὐτοῖς συνέπραξαν τοὺς Ἰουδαίους διώκουσιν· παραδείγματος ἕνεκα, ἡ ἱστορικὴ Havi Dreifuss διαβεβαιοῦται ὅτι οἱ Πολωνοὶ πολῖται οἳ πολλοὺς Ἰουδαίους ἀπὸ τῶν νάζις ἀπέκρυψαν οὐ μόνον ἀπὸ τῶν νάζις ἀλλὰ καὶ ἀπὸ τῶν ἑαυτῶν Πολωνῶν γειτόνων αὐτοὺς ἀπέκρυψαν.
τῇ Πολωνῇ ἀρχῇ, βουλομένῃ ταύτῃ τῇ φήμῃ ἤδη πολλὰ ἔτη διαμενούσῃ τέλος θεῖναι, ἔδοξε νῦν τοῦτον τὸν νόμον ἀποδέχεσθαι· τοῦ δὲ νόμου ἀποδεχθέντος, ὁ μὲν τῶν Ἐξωτερικῶν Ἰσραηλινὸς ὑπουργὸς τὸν Πολωνὸν πρεσβευτὴν ἐκάλεσεν ὅπως τούτῳ ἐνισταῖτο, ὁ δὲ πρωθυπουργὸς Β. Νετανιάχου τὸν Πολωνὸν ὁμόλογον τηλεφωνικῶς ἐκάλεσεν ἵνα περὶ τούτου διαλέγοιντο.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου